Ancient Greek
1.Subsection a to 1.Subsection c
Maximus of Tyre, Dialexeis 1.Subsection a-11-Subsection c
Not analysed yet
Ἦλθεν εἰς Σπάρτην Συρακόσιος σοφιστής, οὐ κατὰ τὴν Προδίκου καλλιλογίαν, οὐδὲ κατὰ τὴν Ἱππίου γενεολογίαν, οὐδὲ κατὰ τὴν Γοργίου ῥητορείαν, οὐδὲ κατὰ τὴν Θρασυμάχου ἀδικίαν, οὐδὲ κατʼ ἄλλην πραγματείαν λόγου παρεσκευασμένος· ἀλλʼ ἦν τῷ Συρακοσίῳ σοφιστῇ ἡ τέχνη αὐτὸ ἔργον, κεκραμένον ὁμοῦ χρείᾳ καὶ ἡδονῇ. Τὰ γὰρ ὄψα καὶ τὰ σιτία ἡδυσμάτων συμμετρίαις καὶ κράσεσιν καὶ ποικιλίαις, καὶ τῆ διὰ πυρὸς ὁμιλίᾳ, αὐτὰ ἑαυτῶν προσφορώτατα εἶναι παρεσκεύαζεν· καὶ ἦν πολὺ τὸ Μιθαίδου καὶ ὅσον τοῖς Ἕλλησιν κατὰ ὀφοποιΐαν, ὥσπερ τὸ Φειδίου κατὰ ἀγαλματουργίαν· ἧκεν δὴ καὶ εἰς τὴν Σπάρτην οὗτος ἀνὴρ δυναστεύουσαν τότε, ἐν ἀρχούσῃ τῇ πόλει καὶ δύναμιν γενναίαν περιβεβλημένῃ εὔελπις ὢν εὐδόκιμον αὐτῷ φανεῖσθαι τὴν τέχνην·