Ancient Greek
ΙΖ´, Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection d-3
Not analysed yet
τὸ δὲ ἦν ἄρα οὐ τοιοῦτον· ἀλλὰ τῶν Λακεδαιμονίων τὰ τέλη ἀνακαλεσάμενοι τὸν ‖ἄνδρα, ἐκέλευον αὐτῷ ἐξεῖναι τῆς Σπάρτης αὐτίκα μάλʼ εἰς ἄλλην γῆν καὶ ἀνθρώπους ἄλλους —‘ἐφίεμεν γὰρ ὑπὸ τοῦ πονεῖν δεῖσθαι τροφῆς ἀναγκαίας μᾶλλον ἢ τεχνικῆς, καὶ τὰ σώματα ἔχειν ἀκολάκευτα καὶ ἀπλᾶ, καὶ μηδὲν ὀφοποιοῦ δεόμενα, οὐ μᾶλλον ἢ τὰ τῶν λεόντωνʼ —ἀπεῖναι δὲ ἐκεῖσε, ἔνθα καὶ εἰκὸς τιμηθήσεσθαι αὐτῷ τὴν τέχνην, διʼ ἡδονῆς καὶ χρείας τούς δημιουργοὺς αὐτῆς ἀσπαζομένων.