Ancient Greek
1.Subsection a to 1.Subsection b
Maximus of Tyre, Dialexeis 1.Subsection a-12-Subsection b
Not analysed yet
Διηγεῖται Ὅμηρος περὶ Ὀδυσσέως, ὅτι χήτει νεὼς ἐπὶ σχεδίας πλέων, χειμῶνος ἐπιγενομένου, σκεδασθείσης τῆς σχεδίας, νηχόμενος, ὑποβαλλούσης αὐτῷ κρήδεμνον τῆς Λευκοθέας, ἐκπεσὼν εἰς τὴν Φαιάκων γῆν, ἱκετεύσας βασιλικὴν παρθένον, κομισθεὶς ὑπ᾿ αὐτῆς εἰς τὸ ἄστυ, τυχὼν αἰδοῦς παῤ Ἀλκίνου, κοινωνεῖ τῆς ἑστίας τοῖς Φαιάκων ἀρίστοις, καὶ μετὰ τοῦτο ἐνάρχεται τῶν πρὸς τὸν Ἀλκίνουν λόγων ὡδί πως· ῾Ἀλκίνοε βασιλεῦ, καλὸν μὲν ἀκούειν ἀοιδοῦ |ἀγαθοῦ, οἷος οὗτος, τὴν τέχνην θεῖος· τί γὰρ ἂν εἴη χαριέστερον τέλος δήμου εὐθυμουμένου, καὶ δαιτυμόνων οἴκοι, ᾠδῆς ἀκροωμένων, καθημένων ἑξῆς, καὶ τραπέζης ἀφθόνου,