Ancient Greek
ΚΒ΄ (Duebn XXVIII vulg. 12), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection c-3
Not analysed yet
καὶ κρατῆρος μεστοῦ;’ Ἐρωτῶ δὴ τὸν Ὀδυσσέα ‘Τί ἡγεῖ εἶναι τὴν εὐφροσύνην, ὦ σοφώτατε ἀνδρῶν; τράπεζαν μεστὴν κρεῶν καὶ σίτου, καὶ κρατῆρας πλήρεις, καὶ οἶνον διαχεόμενον, καὶ ἐπὶ τούτοις ᾄδοντα ἀοιδόν, οἵας ἐκεῖνος ᾠδὰς ᾖδεν, (θ 75) νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλλῆος; ἢ αὖ κοῖλον ἵππον, ἔνθα εἰσδύντες οἱ ἄριστοι τῶν Ἑλλήνων, εἰς τὸ ἄστυ εἰσενεχθέντες, προχυθέντες τοῦ ἵππου, μεθύουσιν ἐπιθέμενοι, εἷλον τὸ ἄστυ; (ι 11) Τοῦτο τί σοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι;