Ancient Greek
1.Subsection a to 1.Subsection d
Maximus of Tyre, Dialexeis 1.Subsection a-14-Subsection d
Not analysed yet
Πῶς ἄν τις ἀλυπίαν τῇ ψυχῇ περιποιήσαιτο; ἢ δεῖ κἀνταῦθα ἰατροῦ, καθάπερ ἐν ταῖς τοῦ σώματος ὀδύναις, καὶ πρὸς τῷ ἰατρῷ φαρμάκων τινῶν, καὶ διαίτης κεκραμένης πρὸς ὑγίειαν καλῶς; Τίς οὖν ὑμῖν γένοιτο ψυχῆς ἰατρός; καὶ ποῖα τὰ φάρμακα; καὶ πρὸ τῆς διαίτης αὐτὸς τρόπος; Ἐγὼ μὲν ὑπὸ φιλίας πρὸς τὰ ἀρχαῖα πάντα οὐ διαιρῶ τὰς τέχνας, πείθομαι δὲ τοῖς ποιηταῖς, ὅτι ἦν ἐν Πηλίῳ ἀνὴρ ἰατρικός· Χείρωνα αὐτὸν καλοῦσιν, ἡ δὲ τέχνη τῷ Χείρωνι ἦν τείνουσα ἐφʼ ἑκάτερα· καὶ γὰρ τὸ σῶμα ἐξεπόνει τῶν προσιόντων αὐτῷ εἰς τὸ ἀκρότατον τοῦ ὑγιεινοῦ θήραις καὶ ὀρειβασίαις καὶ δρόμοις καὶ εὐναῖς ἐπὶ στιβάδων καὶ σιτίοις ἐξ ἄγρας καὶ πώμασιν ἐκ ναμάτων· καὶ τὴν ψυχὴν ἐπεμελεῖτο μηδὲν ἀπολείπεσθαι τῶν σωμάτων εὐκινησίᾳ λογισμῶν καὶ τῷ ἀνδρώδει τῶν παθημάτων· καὶ διὰ τοῦτο ἄρα ἰατρικώτατός τε καὶ δικαιότατος ὁμοῦ ἔδοξεν εἶναι ὁ αὐτός, δύο ὀνόματα τέχνῃ μιᾷ ἐπιφημισάντων τῶν ποιητῶν.