Ancient Greek
ΚΗʹ XXVIII (Duebn XXXIV vyulg 18), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection e-5
Not analysed yet
Εἰ δὲ ἐν τῷ παρόντι διέστη〈κεν καὶ διεστα〉σίασται πρὸς ἑαυτὴν ἡ τέχνη, μήπω σοι τοῦτο θαυμαστὸν φανῇ, πρὶν ἄν μοι δείξῃς καὶ τὴν τέχνην ||μίαν τὲ οὖσαν καὶ ἠθροισμένην, ἀλλʼ οὐ διαλαχοῦσαν τοῦ σώματος τὰ χωρία, ἄλλην ἄλλό τι, τὴν μὲν ὀφθαλμούς, τὴν δὲ νῶτα, τὴν δὲ ἄλλο τι μόριον, καὶ κινδυνεύουσαν, κατασμικρυνομένην ἑκάστοτε εἰς λεπτὰ καὶ ἀγεννῆ μόρια, ἀφανισθῆναι παντάπασι·