Ancient Greek
1.Subsection a to 1.Subsection b
Maximus of Tyre, Dialexeis 1.Subsection a-16-Subsection b
Not analysed yet
Δεινόν γε, εἰ οἱ μὲν θεοὶ διέκριναν τοῖς ἀνθρώποις τἀγαθὰ ἐκ τῆς τῶν κακῶν ὁμιλίας, ἀνεπίἴβικτον ἑκάτερον ἑκατέρῳ εἶναι θέμενοι, καὶ διαστήσαντες αὐτῶν τὰς ||φύσεις, καθάπερ ἡμέρας πρὸς νύκτα, καὶ φωτὸς πρὸς ζόφον, καὶ πρὸς ὕδωρ πυρός· ὧν ἕκαστον εἰ ἐθελήσαις πρὸς τοὐναντίον ἀγαγεῖν, καὶ ἀνακεράσαι αὐτῶν τὴν διαφορὰν εἰς κοινὴν φύσιν, διαφθερεῖς τὸ ἑκατέρου ἴδιον· οἱ δὲ ἄνθρωποι αὐτοὶ ἑκόντες, εὐδαίμονα διώκοντες βίον, καταμίγνυσιν αὐτῷ 〈κακά· κἄν τις θεῶν συγχωρήσῃ αὐτοῖς〉 ζῆν διʼ ἡμέρας ἐν φωτὶ λαμπρῷ καὶ διηνεκεῖ, ἀῦπνῳ καὶ ἀδεεῖ τῆς ἐν νυκτὶ ἀναπαύλης, ἄχθοιντο τῷ ἡλίῳ μηδέποτε ἐξισταμένῳ μηδὲ εἰς τὸ παλίσκιον παραχωροῦντι.