Ancient Greek · ~3 min
ΛΓ΄ XXΣIII (Duebn IV vulg. 34 B 1), Section 8
Maximus of Tyre, Dialexeis 8-12
Not analysed yet
ταλικὸν γένος, ἀτόπους τὰ σώματα, ἐξ ὀμφαλοῦ ἐπισυρομένους ἵππου φύσιν. Ἐν δὲ τῇ τοιαύτης ξυνουσίας ἀμουσίᾳ πᾶσά που ἀνάγκη βόσκειν ὁμοῦ τὴν θηριώδη φύφτν· φθέγγεσθαι μὲν ὡς ἄνθρωπον, σιτεῖσθαι δὲ ὡς θηρίον· ὁρᾶν ὡς ἄνθρωπον, ὀχεύειν δὲ ὡς θηρίον. Κὗ γε, ὧ ποιηταὶ καὶ ποιητῶν παῖδες, παατέρες. παλαιᾶς καὶ γενναίας μούσης, ὡς ἐναργῶς ἄρα ἡμῖν τὸν πρὸς τὰς ἡδονὰς δεσμὸν νίξασθε. Ἐπειδὰν ψυχῆς θηριώδεις κρατήσωσιν ἐπιθυμίαι, φυλάττουσαι τὴν ἀνθρωπίνην ἐπιφάνειαν, τῇ τῶν ἔργων ὑπηρεσίᾳ ἀπέφηναν τὸν χρώμενον ἐξ ἀνθρώπου θηρίον. Τοῦτο Οἱ Κένταυροι, τοῦτο αἱ Γοργόνες, τοῦτο αἱ Χίμαιραι, ὁ Ιηρυόνης, ὁ Κέκροψ. Ἄφελε τὴν γαστρὸς ἐπιθυμίαν, καὶ ἀφεῖλες τοῦ ἀνθρώπου τὸ θηρίον· ἄφελε τὴν αἰδοίων ἐπιθυμίαν, καὶ διέκοψας τὸ θηρίον. Μέχρι δὲ ταῦτά τῳ συζῇ καὶ συντρέφεται, καὶ πρὸς αὐτὰ τῇ Θεραπείᾳ νένευκεν, ἀνάγκη τὰς ἐκείνων ὀρέξεις κρατεῖν, καὶ βοᾶν τὴν ψυχὴν τὰς ἐκείνων φωνάς.