Ancient Greek
ΛΖ΄ XXXVII (Duebn. XXXVII vulg. 21), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection a-18
Not analysed yet
Σωκράτης ἐν Πειραεῖ διαλεγόμενος πολιτικοῖς ἀνδράσιν ἀναπλάττει τῷ λόγῳ, καθάπερ ἐν δράματι, πόλεώς τε καὶ πολιτείας ἀγαθῆς εἰκόνα, καὶ τίθεται νόμους, καὶ παῖδας τρέφει καὶ φρουροὺς τῇ πόλει, μουσικῇ καὶ γυμναστικῇ παραδοὺς τὰ τῶν πολιτῶν σώματα καὶ τὰς ψυχάς· παραστήσας ἀμφοῖν τοῖν μαθημάτοιν διδασκάλους ἀγαθούς, ἐκκρίτους, ὥσπερ ἀγέλης ἡγεμόνας, φύλακας ὀνομάζων τοὺς ἡγεμόνας· ὄναρ, οὐχ ὕπαρ, ὡς δόξαι ἄν τινι τῶν ἀγροικοτέρων, ξυνιστὰς πόλεις.