Ancient Greek
ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Subsection vi
Maximus of Tyre, Dialexeis Subsection h
Not analysed yet
Κἂν ἐπὶ Ξενοφῶντα ἔλθω, βίον καὶ τοῦτον ὁρῶ μεστὸν πλάνης, καὶ τύχης ἀμφιβόλου, καὶ στρατιᾶς κατηναγκασμένης, καὶ στρατηγίας ἀκουσίου, καὶ φυγῆς εὐπρεποῦς. Ταῦτα τοίνυν i φημὶ τὰς περιστάσεις διαφεύγειν ἐκεῖνον τὸν βίον, διʼ ὃν καὶ Διογένης ὑψηλότερος ἦν καὶ Λυκούργου καὶ Σόλωνος καὶ Ἀρταξέρξου καὶ Ἀλεξάνδρου, καὶ ἐλευθερώτερος αὐτοῦ τοῦ Σωκράτους, οὐ δικαστηρίῳ ὑπαχθείς, οὐδὲ ἐν δεσμωτηρίῳ κείμενος, οὐδὲ ἐκ τῶν συμφορῶν ἐπαινούμενος.