Ancient Greek
1.Subsection a to 1.Subsection b
Maximus of Tyre, Dialexeis 1.Subsection a-19-Subsection b
Not analysed yet
Οὐδὲ τοῦ Ὁμήρου ἔγωγε ἀποδέχομαι, τῷ Λυκίῳ Γλαύκῳ μεμφομένου ἀμείβοντι ὅπλα χρυσᾶ πρὸς τὰ τοῦ Διομήδους χαλκᾶ ὄντα καὶ ἐννεαβοίῳ ἑκατομβοίων ἐλαττουμένῳ. Χρηματιστὴς γὰρ ἂν τοῦτό γε αἰτιάσαιτο ἐν δίκῃ, ἀρχὸς ναυτάων, οἷοί τε πρηκτῆρες ἔασιν, φόρτου τε μνήμων,. κερδέων τε ἁρπαλέων, μή τι γε ἀνὴρ ποιητικὸς καὶ ἀξιῶν μαθητὴς εἶναι τῆς Καλλιόπης, ᾗ μηδὲν θέμις μήτε ἐπαινεῖν τῶν αἰσχρῶν, μήτε ψέγειν τῶν καλῶν.