Ancient Greek
7.Subsection f to 7.Subsection k
Maximus of Tyre, Dialexeis 7.Subsection f-2-Subsection k
Not analysed yet
ὧν ἕκαστον αὐτῷ διὰ φιλίαν θεὸς προὔβαλλεν, οὐχ ὁ Ποσειδῶν, ὀργιζόμενος, ὅτι οἷ υἱὸν φίλον ἐξαλάωσεν, οὐδὲ ὁ Ἥλιος μηνιῶν τῶν βοῶν (μὴ τοσαύτη μήτε Ποσειδῶνα ἔχοι φιλία πρὸς ἄνθρωπον ἄγριον καὶ παῖδα ἄξενον, μήτε τὸν Ἥλιον πτωχεία καὶ φειδὼ βοῶν), ἀλλὰ γὰρ τοῦ Διὸς ταῦτα ἦν τὰ προστάγματα. Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ καὶ τὸν Ἡρακλέα τὸν αὑτοῦ παῖδα μὴ ἐάσας ἀργὸν καὶ τρυφῶντα, ἀλλὰ ἐξελκύσας τῶν ἡδονῶν; καὶ εἰς μὲν ἐκείνας τὸν Εὐρυσθέα ἐμβαλών, τῷ δὲ Ἡρακλεῖ ἐπιστήσας κάπρους καὶ λέοντας, καὶ δυνάστας, καὶ τυράννους, καὶ λῃστάς, καὶ ὁδοὺς μακράς, καὶ γῆν ἔρημον, καὶ ποταμοὺς ἀπόρους; ἢ νύκτα μὲν ἡδύνατο ποιῆσαι ὁ Ζεὺς τριπλῆν ἐκ μιᾶς, ὃν δὲ ἐν τῇ νυκτὶ ταύτῃ ἐποιήσατο, τῶν δὲ τοῦ βίου πόνων οὐκ ἠδύνατο ἐξελέσθαι; Ἀλλ᾿ οὐκ ἤθελεν· οὐ γὰρ θέμις Διὶ βούλεσθαι ἄλλό τι ἢ τὸ κάλλιστον. Οὕτως ἦν καὶ ὁ Ἡρακλῆς ἀγαθός, καὶ Διόνυσος, καὶ ὁ Ὀδυσσεύς. Καὶ ἵνα μὴ πόρρω σε ἀπάγω τῶν ἐν ποσίν, τὸν Σωκράτην αὐτὸν οἴει γενέσθαι τέχνῃ ἀγαθῇ, ἀλλ᾿ οὐ θείᾳ μοίρᾳ; |ἢ κατὰ μὲν τὴν τέχνην ἐγένετο ἂν λιθοξόος παῖς ἢ παρὰ πατρὸς λαβὼν τὸν κλῆρον· κατὰ δὲ τὴν τοῦ θεοῦ χειροτονίαν τὴν μὲν τέχνην διώσατο, τὴν δὲ ἀρετὴν ἐλάμβανεν.