Ancient Greek
1.Subsection a to 1.Subsection g
Maximus of Tyre, Dialexeis 1.Subsection a-2-Subsection g
Not analysed yet
Ἀρωγοὶ ἀνθρώποις θεοί, πάντες μὲν πᾶσιν, ἄλλοι δὲ ἄλλοις ἐνομίσθησαν κατὰ τὴν φήμην τῶν ὀνομάτων, καὶ διένειμαν αὐτοῖς οἷ ἄνθρωποι τιμὰς καὶ ἀγάλματα, οἱ ἐς τὰ ἴδια ἕκαστοι ὠφεληθέντες. Οὕτω μὲν ναῦται ἐπὶ ἀκλύστου πέτρας ἀνέθηκαν οἴακας θαλαττίοις· οὕτω δέ τις ποιμένων τὸν Πᾶνα τιμᾶ ἐλάτην αὐτῷ ὑψηλὴν ἐξελόμενος, ἢ ἄντρον βαθύ· καὶ γεωργοὶ Διόνυσον τιμῶσιν, πήξαντες ἐν ὀρχάτῳ αὐτοφυὲς πρέμνον, ἀγροικικὸν ἄγαλμα· ἱερὰ δὲ Ἀρτέμιδος, πηγαὶ ναμάτων, καὶ κοῖλαι νάπαι, καὶ εὔθηροι λειμιῶνες· ἐπεφήμισαν δὲ καὶ Διὶ ἀγάλματα οἱ πρῶτοι ἄνθρωποι, κορυφὰς ὀρῶν, Ὄλυμπον, καὶ Ἴδην, καὶ εἴ τι ἄλλο ὄρος πλησιάζει τῷ οὐρανῷ· ἔστίν που καὶ ποταμῶν τιμή, ἢ κατʼ ὠφέλειαν, ὥσπερ Αἰγυπτίοις πρὸς τὸν Νεῖλον· ἢ κατὰ κάλλος, ὡς Θετταλοῖς πρὸς τὸν Πηνειόν· ἢ κατὰ μέγεθος, ὡς Σκύθαις πρὸς τὸν Ἴστρον· ἢ κατὰ μῦθον, ὡς Αἰτωλοῖς πρὸς Ἀχελῶον· ἢ κατὰ νόμον, ὡς Σπαρτιάταις |πρὸς τὸν Εὐρώταν· ἢ κατὰ τελετήν, ὡς Ἀθηναίοις πρὸς λισσόν.