Ancient Greek
Β΄ II (Duebn. VIII vulg. 38 Β 5 Κ 2), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection h
Not analysed yet
Εἶτα ποταμοὶ μὲν διέλαχον τὰς τιμὰς κατὰ τὴν χρείαν τῶν ὠφελουμένων, καὶ αἱ τέχναι τιμῆς θεῶν ἑκάστη εὔπορος, ἄλλο ἄλλη προστησαμένη ἄγαλμα· εἰ δέ που τὶ γένος ἀνθρώπων ἐστὶν οὐ θαλάττιον οὐδὲ γεωργικὸν, ἀλλʼ ἀστυπολοῦν καὶ ἀνακεκραμένον κοινωνίᾳ πολιτικ νόμου καὶ λόγου, ἆρα τούτοις ἀγέραστον ἔσται τὸ θεῖον καὶ ἀτίμητον; ἢ τιμήσουσιν μέν, τῇ δὲ φήμῃ μόνῃ· ἀγαλμάτων δὲ καὶ ἱδρυμάτων οὐκ οἰήσονται δεῖν τοῖς θεοῖς; οὐδὲ γὰρ δεῖ τοῖς θεοῖς ἀγαλμάτων οὐδὲ ἱδρυμάτων μᾶλλον, ἢ εἰκόνων ἀγαθοῖς ἀνδράσιν.