Ancient Greek
1.Subsection a to 1.Subsection c
Maximus of Tyre, Dialexeis 1.Subsection a-7-Subsection c
Not analysed yet
Ἔτι περὶ τοῦ Σωκράτους δαιμονίου Φέρε, ἐρώμεθα τὸ δαιμόνιον· φιλάνθρωπον γὰρ καὶ εἰωθὸς ἀποκρίνεσθαι διὰ σωμάτων ἀνθρωπίνων, ὡς ἡ Ἰσμενίου τέχνη διὰ τῶν αὐλῶν· ἐρώμεθα δὲ ὧδέ πως κατὰ τὸν Ὁμήρου Ὀδυσσέα· θεὸς νύ τις, ἢ βροτός ἐσσι; εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρύν ἔχουσιν, οὐδὲν δεῖ λόγων, ἴσμεν γὰρ τὰ σά· (ζ 153) εἰ δέ τις ἐσσὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, ἆρα τοιοῦτον χρῆμα, οἷον ὁμοπαθές τε εἷναι ἡμῖν καὶ ὁμόφωνον, καὶ ὁμογενές, καὶ σύγχρονον· ἢ κατὰ μὲν τὴν δίαιταν ἐφέστιον τῇ γῇ, κατὰ δὲ τὴν οὐσίαν κρεῖττον αὐτῆς; Οὐ γὰρ σάρκες αἰ δαιμόνων φύσεις (ἀποκριτέον γάρ τοι ὑπὲρ αὐτῶν, κελεύουσι γάρ), οὐδὲ ὀστᾶ, οὐδὲ οἶμα, οὐδὲ ἄλλο τι σκεδαστέον, ἢ λυόμενον, ἢ τηκόμενον, ἢ διαρρέον· ἀλλὰ τίς μήν; Οὑτωσὶ πρῶτον θεασώμεθα τὸ ἀναγκαῖον τῆς δαιμόνων οὐσίας.