Ancient Greek
Θ΄ IX (Duebn XV vulg. 27 B 12 Κ 9), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection d
Not analysed yet
Τὸ ἀπαθὲς τῷ ἐμπαθεῖ ἐναντίον, καὶ τὸ θνητὸν τῷ ἀθανάτῳ, καὶ τὸ ἄλογον τῷ λογικῷ, καὶ τὸ ἀναίσθητον τῷ αἰσθητικῷ, καὶ τὸ ἔμψυχον τῷ ἀψύχῳ. Πᾶν τοίνυν τὴν ψυχὴν ἔχον ἑκατέροιν συγκεκρατημένην· ἢ γὰρ ἀπαθὲς τὸ ἀθάνατον, ἢ ἀθάνατον ἐμπαθές, ἢ ἐμπαθὲς θνητόν, ἢ ἄλογον αἰσθητικόν, ἢ ἔμψυχον ἀπαθές· καὶ διὰ τούτων ὁδεύει ἡ φύσις κατὰ βραχὺ ἀπὸ τῶν τιμιωτάτων ἐπὶ τὰ ἀτιμότατα καταβαίνουσα ἑξῆς·