Ancient Greek
ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 1, lines 1.Subsection a-1.Subsection c
Maximus of Tyre, Dialexeis 1.Subsection a-9-Subsection c
Not analysed yet
Εἰ τὸν ἀδικήσαντα ἀνταδικητέον.
Πότερον δίκα τεῖχος ὕψιον,
σκολιαῖς ἀπάταις ἀναβαίνει
ἐπιχθόνιον γένος ἀνθρώπων,
δίχα μοι νόος ἀτρεκίαν εἰπεῖν.
Σὺ μέν, ὦ Πίνδαρε, ἀμφισβητεῖς πρὸς ἑαυτὸν περὶ ἀπάτης καὶ δίκης, παραβάλλων χρυσὸν χαλκῷ·
ποιητὴς γὰρ ἦσθα· καὶ δεινὸς ᾠδὴν συντιθέναι χορῷ, καὶ τυράννοις ποιεῖν ἐπινίκια ᾄσματα, καί σοι ἐμέλησεν ὀνομάτων μέτρου, καὶ ἁρμονίας μελῶν, καὶ ῥυθμοῦ σχημάτων·