Ancient Greek
ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection d-2
Not analysed yet
ἀνδρὶ δὲ ὅτῳ χορὸς μὲν καὶ ᾠδὴ καὶ ἡ ἐκ μελῶν ἡδονὴ χώραν ἔχει ὅσην περ καὶ τοῖς παισὶν τὰ ἀθύρματα, μέλει δὲ αὐτῷ μέτρου ψυχῆς καὶ ῥυθμοῦ καὶ μέλους καὶ σχήματος |τοῦ περὶ τὰς πράξεις καὶ τὸν ἄλλον βίον, οὐδʼ ἂν τὴν ἀρχὴν εἰς νοῦν ἔλθοι τουτὶ τὸ ἀπόρημα πότερον δίκα τεῖχος ὕψιον ἢ μή· ἀλλʼ οὑτωσὶ φαίην ἂν μεταλαβὼν τὸ ᾆσμα τὸ σόν, ὅτι καὶ δίκα τεῖχος ὕψιον, καὶ σκολιαῖς ἀπάταις ἀναβαίνειν ἐπιχθόνιον γένος ἀνθρώπων, ἀλλʼ ἀπρόσβατόν τι χρῆμα τῇ ἀπάτῃ ἡ δίκη, ὥσπερ τοῖς Ἀλωΐδαις ὁ οὐρανός· καὶ ὤνησεν αὐτοὺς οὐδὲν ἡ Ὄσσα ἐπιτεθεῖσα τῷ Ὀλύμπῳ, καὶ ὁ Ὄλυμπος τῷ Πηλίῳ, ἀλλὰ ἀπεῖχον τοῦ οὐρανοῦ, ὅσον ἀπέχει ἀπάτη δίκης.