Ancient Greek
Α΄ I (Duebn. VII volg. 37 B 4 Κ 1), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection b
Not analysed yet
εἰ δέ τις τὰ μὲν τῷ Διονύσου φυλάττει τὴν παιδιὰν καὶ τῷ θεάτρῳ, ἡγεῖται δέ τι εἶναι αὐτῷ δρᾶμα πολιτικόν, οὐκ ἰαμβείων τινῶν, μὰ Δία, πρὸς ἔνα ἑορτῆς καιρὸν ὑπὸ ποιητοῦ τέχνης συντεθέντων, οὐδὲ ἀσμάτων χορῷ ἐς ἁρμονίαν συνταχθέντων, ἀλλὰ τῆς περὶ τὸν βίον πραγματείας, ὅπερ ἄν εἴη τῷ φιλοσόφῳ δρᾶμα, ἀληθέστερον μὲν τῇ ὑποθέσει, διηνεκὲς δὲ τῷ χρόνῳ, διδασκόμενον δὲ ὑπὸ ποιητῇ τῷ θεῷ, κᾆτα τὶς τὸ δρᾶμα τοῦτο ὑποδυόμενος, καὶ τάξας ἑαυτὸν πρωταγωνιστὴν τοῦ χοροῦ, φυλάττοι μὲν τὸ τῶν ποιημάτων ἀξίωμα, σχηματίζοιτο δὲ τῷ ἤθει τοῦ λόγου πρὸς τὴν φύσιν τῶν πραγμιάτων, ὧν δραματουργεῖ ὁ θεός·