Ancient Greek
1.Subsection c to 1.Subsection d
Maximus of Tyre, Dialexeis 1.Subsection c-Subsection d
Not analysed yet
ἀρʼ ἄν τις ἡγήσαιτο τοῦτον πλημμελῆ καὶ πολύφωνον, καὶ οἷον τὸν Πρωτέα διηγεῖται Ὅμηρος ἥρω θαλάττιον, πολύμορφόν τινα καὶ παντοδαπὸν τὴν φύσιν; ἢ καθάπερ εἰ μουσικῆς τέχνης καὶ δυνάμεως τοῖς ἀνθρώποις ἔδει πρὸς εὐδαιμονίαν, οὐθεὶς ἂν δήπου λόγος ἦν ἀνδρὸς πρὸς μὲν τὸν Δώριον τρόπον ἡρμοσμένου καλῶς, εἰ δέ που ἐδέησεν Ἰάστιον ἁρμόσασθαι ,ἢ κιᾆτα τὸ Αἰόλιον ἦθος, ἀφώνου γιγνομένου ἐν τῇ πολυφωνίᾳ τῆς τέχνης.