Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection b-4
Not analysed yet
ἐπεὶ δὲ ἡ μὲν ἐν δικαστηρίοις ψῆφος καὶ τύχη ἔξω τοῦ κατὰ φιλοσοφίαν ἤθους καὶ τρόπου, κατήγορος δὲ λόγος λόγου, φίλος φίλου, ἐπὶ θήρᾳ τοῦ ἀληθοῦς γίγνεται γοῦν, καὶ δικαστηρίῳ τινὶ ἔοικεν ἡ τοιαύτη βάσανος, φέρειν δῶμεν τήμερον τὴν ἀπολογίαν τῷ ἑτέρῳ τῶν λόγων, καὶ τῶν ἀνδρῶν τῷ θεωρητικῷ ἀτεχνῶς, ὥσπερ ἐπὶ δικαστῶν καθισταμένῳ καὶ ἀποτειναμένῳ πρὸς τὴν γραφήν· καὶ ἡ μὲν γραφὴ τοιάδε τὶς ἔστω, ἢ ὅτι ἐγγυτάτω.