Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection c-2
Not analysed yet
Ἀδικεῖ Ἀναξαγόρας, γεγονὼς μὲν ἐν τῇ Κλαζομενίων γῇ καὶ πόλει, καὶ μετασχὼν ἱερῶν καὶ ὁσίων, καὶ νόμων, καὶ τροφῆς, καὶ τῶν ἄλλων, ὧν καὶ οἱ λοιποὶ Κλαζομένιοι, ἐπαναχωρῶν δὲ ὥσπερ ἐκ θηρίων, καὶ μήτε ταῖς ἐκκλησίαις ἀναμιγνύμενος, μήτε εἰς Διονύσια ἀπαντῶν, μήτε εἰς δικαστήρια, μήτε ἄλλοθι Κλαζομενίοις, ἀλλὰ αὐτῷ ἡ μὲν γῆ μηλόβοτος, ἡ δὲ ἑστία ἄοικος, διατελεῖ δὲ καθʼ αὐτὸν τὴν θαυμαστὴν σοφίαν, ἄνω καὶ κάτω στρέφων καὶ διερευνώμενος.’