Ancient Greek
MA' XIl (Duebn. XLl vulg. 25), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection d-9
Not analysed yet
ἐξὸν τοὺς μὲν ποταμοὺς ἐᾶν ῥεῖν, ὁπόθεν 〈ὁ θεὸς〉 αὐτοὺς ἀφῆκεν· αὐτὸν δὲ ἐπὶ Ἄμμωνα ἀφικόμενον, ἢ ἐπὶ τὴν Θεσπρωτῶν γῆν καὶ τὴν ἐκεῖ δρῦν, ἢ ἐπὶ τὸν Παρνασσὸν καὶ τὴν Πυθοῖ χρησμῳδίαν, ἢ ἐπὶ τὸν Ἰσμηνὸν καὶ τὴν ἐκεῖ φωνήν, ἢ ἐπὶ Δῆλον καὶ τοὺς ἐκεῖ χορούς, ἢ εἴ που ἄλλό τι μαντεῖον ἦν φθεγματικὸν τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γῆς, δεῖσθαι τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος ἐπιδοῦναι χρησμὸν ἕνα κοινὸν καὶ δημόσιον τῷ πάντων ἀνθρώπων γένει.