Ancient Greek
1.Subsection a to 1.Subsection c
Maximus of Tyre, Dialexeis 1.Subsection a-21-Subsection c
Not analysed yet
Φασὶ τὸν Μακεδόνα Ἀλέξανδρον, ἀφικόμενον εἰς Ἄμμωνος, προσειπόντος αὐτὸν τοῦ Ἄμμωνος παῖδα, πιστεῦσαι τῷ θεῷ κατὰ τὴν Ὁμήρου φήμην, πατέρα αὐτὸν θεῶν καὶ ἀνθρώπων ὀνομάζοντος· ἀποδεξάμενος δὲ τοῦ μαντείου, ἄλλο μὲν ήξίωσεν οὐθὲν τὸν πατέρα μετὰ τοῦτο ἐρέσθαι, οὐ περὶ τῆς Δαρείου φυγῆς, οὐ περὶ τῆς μελλούσης μάχης, οὐ περὶ τῆς Ἑλλάθος κακουμένης, οὐ περὶ τῆς Ἀσίας κυκωμένης· ἀλλʼ, ὥσπερ αὐτῷ τῶν ἄλλων καλῶς ἐχόντων, ἠρώτα τὸν θεὸν περὶ τοῦ Νείλου, ὁπόθεν ὁρμηθεὶς ἐπὶ Αἰγύπτου κάτεισιν. Πάνυ γοῦν αὐτῷ τοῦτο ἕν ἤδει πρὸς εὐδαιμονίαν, καὶ μαθόντι εἶχεν ἂν καλῶς· οὐδʼ εἰ, μὰ Δία, πρὸς τῷ ||Νείλῳ τὸν Ἴστρον ἔγνω, ἢ τὸν ὠκεανὸν αὐτόν, εἴ τέ τις ἐστὶν ποταμοῦ φύσις περὶ πᾶσαν γῆν εἱλουμένου, εἴτε ἀρχαὶ τῆς δεῦρο καὶ πηγαὶ θαλάττης, εἴτε λίμνη ὑποδεχομένη τὰς ἡλίου καταδύσεις καὶ σελήνης, εἴτε ἄλλο τι, οἷον οἱ ποιηταὶ καταμαντεύονται·