Ancient Greek
ΛΕ΄ XXXV (Duebn. VI vulg. 36 B 3), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection e-6
Not analysed yet
Πατέ|ρα γάρ που θεῶν καὶ ἀνθρώπων εἶναι λέγει τὸν Δία, οὔτι που διότι ὑπεκδὺς τοῦ οὐρανοῦ, νῦν μὲν ὄρνιθι εἶκασθείς, νῦν δὲ χρυσῷ, καὶ ἄλλοτε ἄλλῳ, γυναιξὶ θνηταῖς ἐπλησίαζεν, σπερμαίνων τὰ πρῶτα γένος κυδρῶν βασιλήων· οὕτω γὰρ ἄν εἴη ὁ Ζεὺς ὀλιγοτεκνότατος· ἀλλὰ τὴν αἰτίαν ἀναθεὶς αὐτῷ τοῦ εἶναι τὰ γένη ταῦτα, καὶ σώζεσθαι, προσειπεῖν πατέρα, τῶν ἐν φιλίᾳ ὀνομάτων τὸ πρεσβύτατον.