Ancient Greek · ~6 min
ΛΕ΄ XXXV (Duebn. VI vulg. 36 B 3), Section 2
Maximus of Tyre, Dialexeis 2-18
Not analysed yet
Κἶεν· οὕτω σοι τὰ τοῦ Διὸς ἔχει. Τ δὲ τῶν ὁμοίων τῷ Διὶ ἆρʼ ἡγεῖ ἄλλῃ πη ἔχει; ἢ οὐχ ὁρᾷς, ὡς οὐδὲ ||τὸν Σαλμωνέα εικασαν οἱ ποιηταὶ αὐτῷ, καίτοι κερανοὺς ἀφιέντα, ὡς ᾤετο, καὶ μιμούμενον τὸν βροντῶν κτύπον καὶ τὸ ἀστραπῆς φῶς; ἀλλὰ ταῦτά γε ὁ αλμωνεὺς δρῶν, ὅμοιος ἥν Θερσίτῃ μιμουμένῳ τὸν ἔέστορα. Πῶς οὖν γένοιντʼ ἂν ὅμοιοι ἄνθρωποι Διί; ἔΜ μούμενοι αὐτοῦ τὸ σωστικὸν καὶ φιλητικὸν καὶ πατρικὸν δὴ τοῦτο. Αὕτη θνητὴ πρὸς θείαν ἀρετὴν ὁμοιότης, ἢ παρὰ μὲν θεοῖς καλεῖται θέμις, καὶ δίκη, καὶ ἄλλʼ ἄττα μυστικὰ καὶ θεοπρεπῆ ὀνόματα· παρὰ δὲ ἀνθρώποις φιλία, καὶ χάρις, καὶ ἀλλʼ ἄττα προσηνῆ καὶ ἀνθρωπικὰ ὀνόματα. Ἐνδεέστερον δὲ δὴ τὸ ἀνθρώπειον τῆς θείας ἀρετῆς, τά τε ἄλλα, καὶ κατὰ φιλίας ἔκτασιν· οὐ γὰρ ἐξικνεῖται ἡ θνητὴ φύσις ἐπὶ τὸ ὅμοιον πᾶν, ἀλλʼ ὥσπερ αἰ τῶν βοσκημάτων ἀγέλαι, οἰκειοῦται τῷ ξυννόμῳ μόνον· ἀγαπητὸν δὲ εἰ καὶ τούτφ παντί. Nῦν δὲ Ιδοις ἂν ἐν ἀγέλῃ μιᾷ, ὑπὸ ποιμένι ἐνί, στάσεις πολλὰς καὶ διαφωνίας κυριττόντων ἀλλήλους καὶ διαδακνόντων, μόγις ὄντα που ζώπυρα εἰς βραχὺν ἀριθμὸν φιλίας σαφοῦς ξυνεληλαμένα. Στία μὲν καὶ ποτὰ καὶ ἀμπεχόνας, καὶ ὅση ἄλλη χρεία σωμάτων, πορίζονται οἱ ἄνθρωποι ἀμοιβῇ καὶ ἀντιδόσει ἐκ χαλκοῦ καὶ σιδήρου, καὶ τὰ σεμνὰ δὴ ταῦτα, χρυσοῦ καὶ ἀργύρου· ἐξὸν χαίρειν τῇ τῶν μετάλλων φράσαντας τέχνῃ, λαμβάνειν παρʼ ἀλλήλων ταῦτα ἀπονητί, μετρουμένους μέτρῳ τῷ πάντων ἰσαιτάτῳ, τὸν μὲν ἐνδεᾶ τὴν χρείαν λαβόντα παρὰ τοῦ ἔχοντος, τὸν δὲ ἐν περιουσίᾳ ἀφεῖναι, κτησάμενον παρὰ τοῦ λαβόντος, ὡν ἡ ἀντίδοσις οὐχ ἔξει αἰτίαν.