Ancient Greek
Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection g
Not analysed yet
μεταγιγνώσκοντος δέ, ἐπειδὰν τύχῃ; Τὴν δὲ θήραν τοῦ Σατύρου, καὶ τὰ δεσμά, καὶ τὸν οἶνον ᾐνίξατο ὁ μῦθος· ὅτι οἱ μὲν ἀπατήσαντες, οἱ δὲ καὶ βιασάμενοι τυχόντες ὧν ἐπεθύμουν, οὐχ ὧν εὔξαντο, ἀνατιθέασιν θεοῖς τὴν δωρεάν, οὐ παῤ ἐκείνων λα|βόντες· οὐδὲν γὰρ τῶν μὴ καλῶν δίδωσιν θεός, ἀλλʼ ἐστὶν ταῦτα δωρεὰ τύχης, ἄλογος ἀλόγου, οἷαι καὶ παρὰ τῶν μεθυόντων φιλοσοφρύναι.