Ancient Greek
Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 2
Maximus of Tyre, Dialexeis 2-4
Not analysed yet
Τί δὲ Λυδός, ὁ τοῦ Φρυγὸς ἀνοητότερος; οὐκ εὔξατο μὲν τῷ Ἀπόλλωνι ἑλεῖν τὴν Περσῶν ἀρχήν, καὶ ἐθεράπευεν χρυσῷ πολλῷ τὸν θεόν, ὥσπερ δωροδόκον δυνάστην; ἀκούων δὲ αὐτοῦ θαμὰ ἐκ Δελφῶν ἐπιστέλλοντος ||Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, ἐκδεχόμενος πρὸς ἡδονὴν τὸν χρησμόν, διέβη Ἅλυν, καὶ κατέλυσεν τὴν Λυδῶν μεγάλην ἀρχήν. Ἀκούω δὲ καὶ παῤ Ὁμήρῳ εὐχομένου Ἕλληνος ἀνδρός, Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης· καὶ δηλαδὴ ὁ Ζεὺς ἐπιτελεῖ τὴν εὐχήν, ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄῤ ἤθελον αὐτοὶ Αἴαντος. Καὶ τῷ μὲν Πριάμῳ εὐχομένῳ ὑπὲρ τῆς οἰκείας γῆς, βοῦς καὶ ὄϊς ὁσημέραι τῷ Διὶ καταθύοντι, ἀτελῆ τὴν εὐχὴν τίθησιν· τῷ δὲ Ἀγαμέμνονι ὑπέσχετο καὶ κατένευσεν ἐπὶ τὴν ἀλλοτρίαν ἐλθόντι Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι. Καὶ ὁ Ἀπόλλων πρότερον μὲν οὐκ ἐπαμύνει τῷ Χρύσῃ ἀδικουμένῳ, ἐπεὶ δὲ πρὸς αὐτὸν ἐπαρρησιάσατο καὶ ἀνέμνησεν τῆς κνίσης τῶν μηρίων, τότε τοὺς ἰούς ἀφίησιν εἰς τὸ Ἑλληνικόν, ‘ἐννῆμαρ ἐποιχόμενοςʼ αὐτούς, καὶ ‘ὀρεῖς καὶ κύναςʼ.