Ancient Greek
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection g-2
Not analysed yet
Ἔρχονται δὲ ταῖς μὲν τῶν πολλῶν ψυχαῖς ὄνειροι δἰ ἐλεφαντίνων πυλῶν· εἰ δέ που τίς ἐστιν καθαρὰ ψυχὴ καὶ νηφάλιος, καὶ ὀλίγα ὑπὸ τοῦ δεῦρο κάρου καὶ τῆς πλησμονῆς ἐπιταραττομένη, εἰκός που ταύτῃ διʼ ἑτέρων ἰόντα ἀπαντᾶν ὀνείρατα σαφῆ καὶ διακεκριμένα καὶ ἐγγύτατα τῷ ἀληθεῖ. Οὗτος ἦν ὁ Ἐπιμενίδου ὕπνος.