Ancient Greek
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 1
Maximus of Tyre, Dialexeis 1.Section e
Not analysed yet
Λέγει γάρ που Ὅμηρος (υ 562) δύο εἶναι πύλας ἀμενηνῶν ὀνείρων, τὴν μὲν ἐξ ἐλέφαντος, τὴν δὲ ἐκ κεράτων· τοὺς μὲν οὖν διὰ κεράτων ἰόντας ἀτρεκεῖς τε εἶναι καὶ πιθανοὺς πιστεύεσθαι· τοὺς δὲ ἑτέρους σφαλερούς, καὶ ἀπατεῶνας, καὶ μηδὲν ὕπαρ ἐπὶ τὴν ψυχὴν φέροντας. Ταύτῃ τοι ἔτεινεν καὶ ὁ Ἐπι ‖μενίδου εἴτε μῦθος εἴτε καὶ ἀληθὴς λόγος. Ἐνύπνιον γάρ τι ἐστὶν ἀτεχνῶς οὑτοσὶ ὁ δεῦρο βίος, καθʼ ὃν ἡ ψυχὴ κατορωρυγμένη ἐν σώματι ὑπὸ κόρου καὶ πλησμονῆς μόγις πως ὀνειρώττει τὰ ὄντα.