Ancient Greek
10.Section d to 10.Subsection h
Maximus of Tyre, Dialexeis 10.Section d-Subsection h
Not analysed yet
έλος δὲ τῆς ὁδοῦ οὐχ ὁ οὐρανός, οὐδὲ τὰ ἐν τῷ οὐρανῷ σώματα· καλὰ μὲν γὰρ ταῦτα καὶ θεσπέσια, ἅτε ἐκείνου ἔγγονα ἀκριβῆ καὶ γνήσια, καὶ πρὸς τὸ κάλλιστον ἡρμοσμένα· ἀλλὰ καὶ τούτων ἐπέκεινα ἐλθεῖν δεῖ, καὶ ὑπερκύψαι τοῦ οὐρανοῦ ἐπὶ τὸν ἀληθῆ τόπον καὶ τὴν ἐκεῖ γαλήνην, ἔνθʼ οὐκ ἔστʼ οὔτʼ ἂρ χειμὼν πολύς, οὐδέ ποτʼ ὄμβρῳ, δεύεται, ἀλλὰ μάλʼ αἴθρη πέπταται ἀννέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη· μηδενὸς ἐνοχλοῦντος τὴν θέαν πάθους σαρκίνου, οἷα δεῦρο ἐνοχλεῖ τὴν δειλαίαν ψυχήν, ὅσον αὐτῇ τοῦ φρονεῖν ἔνεστιν, ὑπὸ τοῦ κυκηθμοῦ καὶ τοῦ θορύβου καταβάλλοντα. Πῶς γὰρ ἄν τις συνίῃ θεὸν ὑπὸ πλήθους ἐπιθυμιῶν καὶ λογισμῶν ἀλλοκότων ταραττομένων; οὐ μᾶλλον ἐν δημοκρατίᾳ πολυφώνῳ καὶ συντεταραγμένῃ συνίῃ ἄν τις νόμου καὶ ἄρχοντος· (T 81) ἀνδρῶν δὲ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσῃ; Καταπεσοῦσα γὰρ ἡ ψυχὴ εἰς τουτονὶ τὸν θόρυβον, καὶ δοῦσα ἑαυτὴν ἐπʼ ἀμηχάνου φορεῖσθαι κύματος, νήχεται δυσέκνευστον πέλαγος· ἐστʼ ἂν αὐτὴ φιλοσοφία ὑποδέξηται ὑπολαβοῦσα τοὺς ἑαυτῆς λογισμούς, ὥσπερ τὸ κρήδεμνον τῷ Ὀδυσσεῖ ἡ Λευκοθέα.