Ancient Greek
ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 10
Maximus of Tyre, Dialexeis 10.Subsection c
Not analysed yet
καὶ ἐκλαθόμενος μὲν τῶν κάτω οἰμωγῶν καὶ στόνων καὶ ἡδονῶν καὶ δοξῶν καὶ τιμῆς καὶ ἀτιμίας, ἐπιτρέψας δὲ τὴν ἡγεμονίαν αὐτοῦ λόγῳ ἀληθεῖ καὶ ἔρωτι ἐρρωμένῳ· τῷ μὲν λόγῳ ||φράζοντι ᾗ χρὴ ἰέναι· τῷ δὲ ἔρωτι ἐπισταμένῳ, καὶ τοὺς πόνους τῆς πορείας πειθοῖ καὶ |χάρισιν ἐπελαφρύνοντι· ἰόντι δὲ ἐκεῖσε, καὶ ἀφισταμένῳ τῶν κάτω, ἀεὶ τὰ πρόσθεν σαφῆ καὶ εὐλαμπέστατα καὶ τὴν τοῦ θεοῦ φύσιν προοιμιαζόμενα· καὶ πορευόμενος μὲν ἀκούει τὴν φύσιν τοῦ θεοῦ, ἀνελθὼν δὲ ὁρᾷ.