Ancient Greek
10.Subsection b to 10.Subsection e
Maximus of Tyre, Dialexeis 10.Subsection b-3-Subsection e
Not analysed yet
δειλὸν τὸ τῶν πολεμίων στρατόπεδον, κενὰ τὰ βλήματα, ἐπιόντα σε οὐδεὶς δέξεται, φεύγοντα πάντες βαλοῦσιν, ὡς τὸν Αἴαντα οἱ Τρῶες, ὡς τὸν Σωκρράτην Ἀθηναῖοι ἔβαλλον, καὶ οὐκ ἀπέσχοντο αὐτοῦ, πρὶν κατέβαλον. Πῶς ἂν οὖν τις βιώῃ ἀσφαλῶς ἐν μέσοις ὢν τοῖς πολεμίοις; οὐδὲν γὰρ πολεμιώτερον ἀνδρὸς ἀρετῇ μοχθηρίας ἀμφιλαφοῦς. Συνυποσταλείς φησὶν ὁ Σωκράτης, ὑπὸ τειχίον, τοὺς ἄλλους ὁρῶν ζάλῃ καὶ ἀμηχανίᾳ κυκωμένους. Δεῖξον, ὦ Σώκρατες, ἀσφαλὲς τειχίον, ἔνθα στὰς ὑπερόψομαι τῶν βλημάτων· ἐὰν δέ μοι τοιοῦτον τειχίον λέγῃς, ᾧ καὶ σὺ ὑπεστάλης, ὁρῶ τὰ βλήματα, Ἀνύτους πολλούς, Μελήτους πολλούς· ἁλώσι|μον τὸ τειχίον.