Ancient Greek
ΙΕ´ XV (Duebn XXI vulg. 5 B 18), Section 10
Maximus of Tyre, Dialexeis 10.Subsection a-4
Not analysed yet
Ἐῶ λέγειν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ πράττων καὶ μὴ ἐπαναχωρῶν, μηδὲ ἐξιστάμενος τοῖς μοχθηροῖς, ἑαυτὸν ἂν σώζοι, καὶ τοὺς ἄλλους ἐπὶ τὸ βέλτιστον τρέποι· ἐπαναχωρῶν δὲ καὶ δεικνὺς τὰ νῶτα, θρασύτητος μὲν καὶ ἀπειροκαλίας καὶ τόλμης τὸ μοχθηρὸν πᾶν ἂν ἀπέπλησεν, τὸ δὲ ἑαυτοῦ προίεται. Ποῖ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ; Μένε, καὶ ἵστασο, καὶ ἀνέχου τῶν βλημάτων, καὶ μηδὲν ἐκπλαγῇς·