Ancient Greek
ΚΕ΄ XXV (Duebn XXXI vulg. 15), Section 2
Maximus of Tyre, Dialexeis 2-12
Not analysed yet
Ἦσαν δέ που καὶ οἱ Πυθαγόρου λόγοι ἐοικότες τοῖς νόμοις, βραχεῖς καὶ ἐπίτομοι· τὰ δὲ ἔργα μακρὰ ||καὶ διηνεκῆ, καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν μηδαμοῦ τὴν ψυχὴν ἀνιέντα, μηδὲ εἰς ῥᾳθυμίαν χαλῶντα. Ὥσπερ γὰρ ἐν ταῖς τῶν μελῶν ἁρμονίαις τὸ παραλειφθέν, κἂν σμικρὸν ᾖ, διαλύει τὸν κόσμον τοῦ μέλους, οὕτω κἀν τῇ τοῦ βίου ἁρμονίᾳ, εἴπερ μὴ ἐκμελὴς ἡμῖν ἔσται μηδὲ εἰκῇ διαπεραινόμενος, ὁμολογίαν εἶναι δεῖ ἔργου καὶ λόγου· καὶ μήτε τὰ ἔργα εἰς ἀφάνειαν κομιδῇ ξυνεληλάσθαι, μήτε τοὺς λόγους ὑπὲρ τὰ ἔργα χωρεῖν, ὥσπερ ἐξ ἀγγείου στενοῦ ἀποχεομένους, ἀλλʼ ἑκάτερα ἑκατέ|ροισ συντεταγμένοις ἰσομέτρητά τε καὶ ἰσοχειλῆ εἶναι. Ὅστις οὖν τῆς ἁρμονίας ταύτης ἐρᾷ, καὶ ἐθέλει ἠχεῖν τὸν τῶν ἔργων φθόγγον, οὗτος ἄν ποτε ἐπʼ εὐγλωττίᾳ σεμνύνοιτο; πολλοῦ μοι δοκεῖ δεῖν. Οὐδὲ γὰρ τοὺς ταώς, ἡδίστους ὄντας ὀρνίθων ἰδεῖν, μακαρίσαι ἄν τις τοῦ κάλλους οὐδὲν αὐτοῖς εἰς εὐπτησίαν συντελοῦντος, ἥπέρ ἐστιν ὀρνίθων ῥώμη. Καὶ τῶν ἀηδόνων τῆς ᾠδῆς, ὅσα μὲν ἐς ἡδονὴν ἀκοῆς, ἀποδεχόμεθα· τὸ δὲ ἡμῖν τερπνὸν ἀσύμβολον ἐκείναις εἰς σωτηρίαν.