Ancient Greek · ~5 min
ΚΕ΄ XXV (Duebn XXXI vulg. 15), Section 1
Maximus of Tyre, Dialexeis 1-13
Not analysed yet
Ἦλθεν εἰς Ἕλληνας ἐκ τῆς Σκυθῶν γῆς τῶν ἐκεῖ βαρβάρων ἀνὴρ σοφὸς σοφίαν οὐ πολυρρήμονα οὐδὲ λάλον· ἀλλʼ ἦν αὐτῆς τὸ κεφάλαιον βίος ἀκριβής, καὶ γνώμη ὑγιής, καὶ λόγος βραχύς, εὔστοχος, ἐοικὼς οὐ πελταστῇ μισθοφόρῳ, ἀπροοράτως θέοντι, ἀλλʼ ὁπλίτῃ βάδην ἰόντι καὶ κινουμένῳ ἀσφαλῶς. Ἐλθὼν δὲ Ἀθήναζε, ἐντυγχάνει αὐτόθι ὁπλίτῃ μὲν οὐδενί, |πελτασταῖς δὲ πολλοῖς· καὶ τὸν μὲν τούτων δρόμον καὶ τὴν πτοίαν τοῦ παντὸς ἐδέησεν ὁ Ἀνάχαρσις ἐπαινέσαι. Περιῄει δὲ τὴν Ἐλλάδα ἐν κύκλῳ, ποθῶν ἰδεῖν σοφίαν στάσιμον καὶ ἑδραίαν. Καὶ εἰ μέν που καὶ ἄλλοθι ἐξεῦρεν, εἰπεῖν οὐκ ἔχω· εὗρε δʼ οὖν ἐν Χηναῖς, σμικρῷ καὶ ἀσθενεῖ πολίσματι, ἄνδρα ἀγαθόν· ὄνομα ἦν αὐτῷ Μύσων. Ἀγαθὸς δὲ ἦν ἄρα ὁ Μύσων οἶκον οἰκῆσαι καλῶς, καὶ γῆν τημελῆσαι δεξιῶς, καὶ γάμου προστῆναι σώφρονος, καὶ παῖδα ἐκθρέψαι γεννικῶς. Καὶ ἐξήρκεσεν τῷ Σκύθη ξένῳ μηκέτι σοφίαν ζητεῖν λαλιστέραν, παρόντων ἔργων, ἃ τότε ἀκριβῶς ἅπαντα διεσκόπει. Ἐπεὶ δὲ ἱκανῶς εἶχεν τῆς θέας, λέγει πρὸς αὐτὸν ὁ Χηνεύς Μύσων· ‘Διὰ ταῦτά τοι, ὦ Ἀνάχαρσι, καὶ σοφοὶ δοκοῦμεν, οὐκ οἶδα ὅπως, τοῖς ἀνθρώποις εἶναι· εἰ δὲ ἐγὼ σοφὸς ταῦτα ἐπιτηδεύων, ποῖ ποτε οἰχήσεται φερόμενον τὸ μὴ σοφόν;’ Ἠγάσθη μάλα τοῦ Ἕλληνος ξένου ὁ Ἀνάχαρσις τὴν ἀφθονίαν τῶν ἔργων καὶ τὴν φειδὼ τῶν λόγων.