Ancient Greek · ~4 min
ΛΖ΄ XXXVII (Duebn. XXXVII vulg. 21), Section 2
Maximus of Tyre, Dialexeis 2-19
Not analysed yet
Πῶς τοῦτο λέγοις, ξένε Ἀττικέ; οὕτω τὸ ἀγαθὸν ἡμῖν στενὸν καὶ γλίσχρον καὶ δύσληπτον, καὶ ἄδηλον καὶ πραγματείας πολλῆς ἐμπεπλησμένον; |ὥστε οὐκ ἂν αὐτοῦ τύχοιμεν, ὅτι μὴ τερετίζοντες καὶ ψάλλοντες, καὶ τὰς ἐν γεωμετρίᾳ γραμμὰς ἄνω καὶ κάτω καταγράφοντες, καὶ τριβόμενοι ἐν τούτοις, ὥσπερ ἄλλο τι ἐθέλοντες, ἀλλʼ οὐκ ἄνθρωποι ἀγαθοὶ εἶναι; πρᾶγμα κατὰ τὴν χρείαν ὑψηλὸν καὶ μέγα καὶ ἐγγύς που τινὸς τῆς χρείας ἀρετῆς, κατὰ δὲ τὴν κτῆσιν οὐ χαλεπὸν τῷ ἅπαξ ἐθελήσαντι τῷ εἶξαι τῷ καλῷ καὶ πρὸς τὰ αἰσχρὰ ἀντιβλέψαι. Ἀποκρίνεται ὁ Ἀθηναῖος ξένος, ὅτι καὶ πόλεως τὸ καλούμενον δὴ τοῦτο νόμος ἄνευ πειθοῦς τῶν χρωμένων σύγγραμμά ἐστιν ἄλλως κενόν· δεῖ δὴ αὐτῷ τοῦ δήμου πειθομένου ἑκόντος· ὁ δὲ ἐν τῇ ψυχῇ δῆμος πολὺς καὶ ἔμπληκτος· ἀλλ᾿ ἐπειδὰν ἅπαξ εἴξας ὁμολογῆσαι τῷ νόμῳ καὶ ἕπηται, αὐτὸς ἐπικελεύῃ, τοῦτο ἂν εἴη τὸ χρῆμα πολιτεία ψυχῆς ἡ ἀρίστη, ἣν καλοῦσιν οἱ ἄνθρωποι φιλοσοφίαν.