Ancient Greek · ~3 min
ΛΖ΄ XXXVII (Duebn. XXXVII vulg. 21), Section 3
Maximus of Tyre, Dialexeis 3-15
Not analysed yet
Φέρε δή, νομοθέτου δίκην παρίτω φιλοσοφία, ψυχὴν ἄτακτον καὶ πλανωμένην κοσμήσουσα, καθάπερ δῆμον· παρακαλείτω δὲ ξυλλήπτορας ἐσομένας αὐτῇ καὶ ἄλλας τέχνας, οὐ βαναύσους, μὰ Δία, οὐδὲ χειρουργικάς, οὐδὲ οἵας συντελεῖν τὰ φαῦλα ἡμῖν· ἀλλὰ τὴν μὲν τὸ σῶμα τῇ ψυχῇ παρασκευάζουσαν ὄχημα εὐπειθὲς καὶ ἐρρωμένον τοῖς προστάγμασιν ὑπηρετεῖν, γυμναστικὴν ταύτην ὀνομάζουσα· τὴν δὲ ἄγγελον τῶν τῆς ψυχῆς διανοημάτων, ῥητορικὴν ταύτην ὀνομάζουσα· τὴν δὲ Nauck fr. adespota 247 ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας, ποιητικὴν ταύτην ὀνομάζουσα· τὴν δὲ ἡγεμόνα τῆς ἀριθμῶν φύσεως, ἀριθμητικὴν |ταύτην ὀνομάζουσα· τὴν δὲ καὶ λογισμῶν διδάσκαλον, λογιστικὴν ταύτην ὀνομάζουσα· γεωμετρίαν δὲ καὶ μουσικήν, ξυνερίθω τὲ καὶ ξυνίστορε φιλοσοφίας, τῶν αὐτῶν νείμασα ἑκάστῃ μέρος τοῦ πόνου.