Ancient Greek
Δ΄ IV (Duebn. X vulg. 29 B 7 K 4), Section 2
Maximus of Tyre, Dialexeis 2-3
Not analysed yet
Ἢ τὸ σκέμμα τουτὶ ἐοικέναι φῶμεν τοιῷδε, οἷον εἵ τις καὶ ἰατρικὴν ἐνθυμηθεὶς τὴν πρώτην ἐκείνην πρὸς τὴν νέαν δὴ καὶ τοῖς νῦν σώμασιν ἐπιτεταγμένην, σκοποῖ τὸ ἐν ἑκατέ|ρᾳ βέλτιον καὶ χεῖρον; Ἀποκρίναιτο γὰρ ἂν αὐτῷ ὁ Ἀσκληπιός, ὅτι τὰς μὲν ἄλλας τέχνας οὐ μεταποιοῦσιν οἱ χρόνοι· ὧν γὰρ ἡ αὐτὴ χρεία ἀεί, τούτων παραπλήσια καὶ τὰ ἔργα· ἰατρικὴν δὲ ἀνάγκη ἑπομένην τῇ κρατήσει τῶν σωμάτων, πράγματι οὐχ ἑστῶτι οὐδὲ ὡμολογημένῳ, ἀλλὰ ταῖς κατὰ τὴν δίαιταν τροφαῖς ἀλλοιουμένῳ καὶ μεταπίπτοντι, ἰάματα καὶ διαίτας αὐτῷ ἐξευρίσκειν ἄλλοτε ἄλλας, προσφόρους τῇ παρούσῃ τροφῇ. Μηδὲν οὖν ἡγοῦ τοὺς υἱέας τοὺς ἐμούς, τὸν Μαχάονα ἐκεῖνον καὶ τὸν Ποδαλείριον, ἧττόν τι εἶναι δεξιωτέρους ἰᾶσθαι τῶν αὖθις ἐπιτιθεμένων τῇ τέχνῃ, καὶ τὸ σοφὰ ταῦτα καὶ παντοδαπὰ ἰάματα ἐξευρηκότων· ἀλλὰ τότε μὲν ἡ τέχνη σώμασιν ὁμιλοῦσα οὐ θρεπτικοῖς, οὐδὲ ποικίλοις, οὐδὲ ἐκλελυμένοις παντάπασιν, ῥᾳδίως αὐτὰ μετεχειρίζετο, καὶ ἦν αὐτῆς ἔργόν τι ἁπλοῦν ἰούς τʼ ἐκτάμνειν, ἐπί τʼ ἤπια φάρμακα πάσσειν· ||τελευτῶσα δὲ νῦν, ὑπολισθαινόντων αὐτῇ τῶν σωμάτων εἰς δίαιταν ποικιλωτέραν καὶ κρᾶσιν πονηράν, ἐξεποικίλθη τὲ αὐτὴ καὶ μετέβαλλεν ἐκ τῆς πρόσθεν ἁπλότητος εἰς παντοδαπὸν σχῆμα.