Ancient Greek
1.Subsection b to 1.Subsection c
Maximus of Tyre, Dialexeis 1.Subsection b-3-Subsection c
Not analysed yet
Καὶ γὰρ ποιητικὴ τί ἄλλο ἢ φιλοσοφία, τῷ μὲν χρόνῳ παλαιά, τῇ δὲ ἁρμονίᾳ ἔμμετρος, τῇ δὲ γνώμῃ μυθολογική καὶ φιλοσοφία τί ἄλλο ἢ ποιητική, τῷ μὲν χρόνῳ νεωτέρα, τῇ δὲ ἁρμονίᾳ εὐζωνοτέρα, τῇ δὲ γνώμῃ σαφεστέρα; Δύο τοίνυν πραγμάτων χρόνῳ μόνον καὶ σχήματι ἀλλήλοις διαφερομένων πῶς ἄν τις διαιτήσαι τὴν διαφορὰν ἐν οἷς τι περὶ τοῦ θείου ἑκάτεροι λέγουσιν καὶ οἱ ποιηταὶ καὶ οἱ φιλόσοφοι;