Ancient Greek · ~6 min
Ϛ΄ VI (Duebn. XII vulg. 40 B 9 K 6), Section 2
Maximus of Tyre, Dialexeis 2-5
Not analysed yet
Ἆρα πᾶν ὅπερ ἡ αἴσθησις ἀθροίσασα τῇ κατὰ βραχὺ θεωρίᾳ, ἐμπειρίαν τοῦτο ὀνομάζουσα, προσαγάγῃ τῇ ψυχῇ, καὶ μετὰ τοῦτο ἐπισφραγίσηται ὁ λογισμὸς τῇ ἐμπειρίᾳ, τοῦτο φῶμεν ἐπιστήμην εἶναι; οἷον τὸ τοιόνδε λέγω. Οἱ πρῶτοι ἄνθρωποι οὔπω ναῦν εἰδότες, ἐρῶντες ἐπιμιξίας, ἀγόμενοι μὲν ὑπὸ τῆς χρείας, εἰργόμενοι δὲ ὑπὸ τῆς θαλάττης, εἶδον ὄρνιν ἐξ ἀέρος καταπτάντα νηχόμενον, εἶδον δὲ καὶ φόρτον φερόμενον κούφως ὑπὲρ τοῦ κύματος, ἤδη δέ που καὶ δένδρον ἀπενεχθὲν ἐκ ποταμοῦ εἰς κλύδωνα· καὶ τάχα μέν τις καὶ ἄκων κατενεχθείς, κινῶν τὰ ἄρθρα, ἐξενήξατο, τάχα δὲ καὶ ἑκὼν ἐν παιδιᾶς μέρει· ἀθροίσασα δὲ ἡ πεῖρα τὴν ἔννοιαν τοῦ πλοῦ σχεδίαν τινὰ φαύλην τὸ πρῶτον ἐξειργάσατο, ὕλην κούφην ξυνδεόντων, αὐτοσχέδιον ναῦν· κατὰ βραχὺ δὲ προϊοῦσα ἡ αἴσθησις ὁμοῦ τῷ λογισμῷ ἐσοφίσατο καὶ ἐξεῦρεν ὄχημα κοῖλον, ἐρεσσόμενόν τε, καὶ ἐξ ἱστίων πλέον, καὶ ὑπὸ ἀνέμων φερόμενον καὶ ὑπὸ οἰάκων εὐθυνόμενον, καὶ ἐπέτρεψεν αὐτοῦ τὴν σωτηρίαν ἐπιστήμῃ μιᾷ τῇ κυβερνητικῇ. Φασὶν δὲ καὶ ἰατρικὴν εὑρῆσθαι τὸ ἀρχαῖον ὡδί· κομίζοντες οἱ οἰκεῖοι τὸν κάμνοντα εἰς τῶν ἀγυιῶν τὴν ἐντριβῆ, κατετίθεντο· ἐφιστάμενοι δὲ οἱ ἄνθρωποι, καὶ ἀνερωτῶντες τὸ ἄλγος ὅτῳ τὸ αὐτὸ ξυμπεσόν, ἔπειτα ὤνατο ἢ ἐδωδῇ τινι, ἢ καύσας, ἢ τεμών, ἢ διψήσας. παρετίθεντο ἕκαστοι ταῦτα τῷ κάμνοντι οἱ πεπονθότες πρότερον καὶ ὠφελημένοι· ἡ δὲ ὁμοιότης τοῦ πάθους συναθροίσασα τὴν τοῦ ὠφελήσαντος μνήμην τῇ κατʼ ὀλίγον ἐντεύξει ἐπιστήμην ἐποίησεν τὸ πᾶν. Οὕτω καὶ τεκτονικὴ συνέστη, καὶ χαλκευτική, καὶ ὑφαντική, καὶ γραφική, ὑπὸ τῆς πείρας ἑκάστη χειραγωγουμένη.