Ancient Greek
Ϛ΄ VI (Duebn. XII vulg. 40 B 9 K 6), Section 3
Maximus of Tyre, Dialexeis 3-2
Not analysed yet
Εἶεν· τοῦτο ἐπιστήμην φῶμεν, ἐθισμὸν ψυχῆς πρὸς ὁτιοῦν τῶν ἀνθρωπίνων ἔργων καὶ ἐπιτηδευμάτων· ἢ τοῦτο μὲν διατείνει καὶ ἐπὶ τὰ θηρία; καὶ αἴσθησις γὰρ καὶ πεῖρα οὐκ ἀνθρώπου ἴδιον· ἀλλὰ καὶ τὰ θηρία αἰσθάνεται, καὶ ἐκμανθάνει τὶ ὑπὸ τῆς πείρας, ὥστε καὶ τούτοις ὥρα μεταποιεῖσθαι σοφίας. Αἱ γέρανοι ἐξ Αἰγύπτου ὥρᾳ θέρους ἀνιστάμεναι, οὐκ ἀνεχόμεναι τὸ θάλπος, τείνασαι τὰς πτέρυγας ὥσπερ ἱστία, φέρονται διὰ τοῦ ἀέρος εὐθὺ τῆς Σκυθῶν γῆς· ἅτε δὲ οὐκ ἐν ῥυθμῷ ὂν τὸ ζῷον, ἀλλὰ ἐμβριθὲς μὲν τὰ μέσα, μακρὸν δὲ κατὰ τὸν αὐχένα, κοῦφον δὲ κατὰ τὸ οὐραῖον, ἀραιὸν δὲ κατὰ τὰς πτέρυγας, ἐσχισμένον δὲ κατὰ τὰ κῶλα, κλυδάζεται τὴν πτῆσιν, ὥσπερ ναῦς χειμαζομένη. Τοῦτο γνοῦσα ἡ γέρανος, ἢ αἰσθανομένη ἢ πειραθεῖσα, οὐ πρότερον ἀνίπταται, πρὶν ξυλλάβῃ λίθον τῷ στόματι ἕρμα εἶναι αὐτῇ πρὸς τὴν πτῆσιν. Ἔλαφοι ἐκ Σικελίας ἐπὶ Ῥηγίου περαιοῦνται, νηχόμεναι ὥρα θέρους ἐπιθυμίᾳ καρπῶν· ἅτε δὲ ἐν μακρῷ πλῷ, ἐξασθε||νεῖ ἡ ἔλαφος ἀνέχουσα τὴν κορυφὴν ὑπὲρ τοῦ ὕδατος· κουφίζονται δὴ τὸν κάματον ὧδέ πως· νήχονται ἐπὶ μιᾶς τεταγμέναι, ἀλλήλαις ἐπόμεναι, ὥσπερ στρατόπεδον ἐπικέρως βαδίζον· νήχονται δὲ ἐπιθεῖ|σα ἑκάστη τὴν κορυφὴν τῇ τῆς ἡγουμένης ἰξύϊ· ἡ δὲ στρατηγοῦσα τῆς τάξεως, ἐπειδὰν κάμῃ, ἐπὶ οὐραῖον μεθίσταται, καὶ ἡγεῖται ἄλλη, καὶ οὐραγεῖ ἄλλη· ὡς ἐν τοῖς στρατοπέδοις Ξενοφῶν μὲν οὐραγεῖ, ἡγεῖται δὲ Χειρίσοφος· ὥστε καὶ στρατηγίας τακτικῆς μεταποιεῖται ταυτὶ τὰ θηρία.