Ancient Greek · ~4 min
Θ΄ IX (Duebn XV vulg. 27 B 12 Κ 9), Section 2
Maximus of Tyre, Dialexeis 2-6
Not analysed yet
Τοῦτό τοι νόμιζε γίγνεσθαι καὶ ἐν τῇ φύσει, ὥσπερ ἐν ἁρμονίᾳ τελεωτάτῃ· καὶ τίθεσο θεὸν μὲν κατὰ τὸ ἀπαθὲς καὶ ἀθάνατον, δαίμονα δὲ κατὰ τὸ ἀθάνατον καὶ ἐμπαθές, ἄνθρωπον δὲ κατὰ τὸ ἐμπαθὲς καὶ θνητόν, θηρίον δὲ κατὰ τὸ ἄλογον καὶ αἰσθητικόν, φυτὸν δὲ κατὰ τὸ ἔμψυχον καὶ ἀπαθές. Καὶ τὰ μὲν ἄλλα ἡμῖν, τὸ νῦν ἔχον, κατὰ χώραν ἔστω· ἐπεὶ δὲ τῆς δαιμονίων φύσεως πέρι σκοπούμεθα, ἣν φαμὲν μεσότητα εἶναι πρὸς ἄνθρωπον καὶ θεόν, ἴδωμεν εἴ πῃ δυνατὸν ἐξελέσθαι αὐτήν, καὶ διασῶσαι τὰ ἄκρα. Ἆῤ οὖν ὁ θεός, ἀθάνατον μὲν γάρ, ἐμπαθὲς δέ; οὐδαμῶς, ἀλλὰ ἀθάνατον μέν, ἀπαθὲς δέ· τί δὲ ἄνθρωπος; θνητὸν μέν, ἀπαθὲς δέ; οὐδὲ τοῦτο· ἀλλὰ θνητὸν μέν, οὐ μὴν ἀπαθές. Ποῦ τοίνυν ἡμῖν οἰχήσεται τὸ ἀθάνατον ὁμοῦ καὶ ἐμπαθές; δεῖ γὰρ συστῆναι ἐξ ἀμφοῖν οὐσίαν κοινήν, κρείττονα μὲν ἀνθρώπου, θεοῦ δὲ ἐλάττονα, εἰ μέλλει ἔσεσθαι τῶν ἄκρων πρὸς ἄλληλα ἀναλογία· δύο γὰρ πραγμάτων κεχωρισμένων τῇ φύσει, χωρισθήσεται καὶ ἡ ἐπιμιξία παντάπασιν, |ἐὰν μή τις κοινὸς ὅρος ἀμφότερα ὑποδέξηται.