Ancient Greek
3.Subsection a to 3.Subsection c
Maximus of Tyre, Dialexeis 3.Subsection a-6-Subsection c
Not analysed yet
Οἷον τὸ τοιόνδε λέγω· καλοῦμέν τι πῦρ ξηρόν τε ‖καὶ θερμόν· ἐναντίον δὲ θερμῷ μὲν 〈ψυχρόν, ξηρῷ δὲ ὑγρόν· ἀλλὰ μὴν καὶ ὕδωρ καλοῦμεν〉 ψυχρὸν καὶ ὑγρόν· ἀδύνατον δὴ μεταβάλλειν πῦρ εἰς ὕδωρ, καὶ ὕδωρ εἰς πῦρ· οὔτε γὰρ ψυχρὸν εἰς θερμότητα, οὔτε ὑγρὸν εἰς ξηρότητα μεταβάλοι ἄν. Οὕτω δὴ τὸν τούτων πόλεμον μετεχειρίσατο ἡ φύσις· ἔδωκεν αὐτοῖς ὥσπερ ἐκεχειροφόρον τὸν ἀέρα, ὃς λαβὼν παρὰ μὲν τοῦ πυρὸς τὴν θερμότητα, παρὰ δὲ τοῦ ὕδατος τὴν ὑγρότητα, συνεκέρασεν αὐτῶν καὶ συνῆψεν τὰς ὁμιλίας, καὶ γίνεται μεταβολὴ καὶ πρόσβασίς ποτε μὲν τοῦ πυρὸς εἰς ἀέρα, κατὰ θερμότητα· ἀπὸ δὲ τοῦ ἀέρος εἰς ὕδωρ, κατὰ ὑγρότητα. Πάλιν αὖ ἀὴρ θερμόν τε καὶ ὑγρόν, γῆ δὲ ψυχρόν τε καὶ ξηρόν· ἐναντίον δὲ ξηρότης μὲν ὑγρότητι, ψυχρότης δὲ θερμότητι· οὐκ ἄν οὖν μετέβαλέν ποτε ἀὴρ εἰς γῆν, ὅτι μὴ τῆς φύσεως καὶ τούτοις δούσης τὴν τοῦ ὕδατος οὐσίαν, διαιτῶσάν τε αὐτὰ καὶ ξυνάγουσαν, παρὰ μὲν ἀέρος λαβοῦσαν τὴν ὑγρότητα, παρὰ δὲ γῆς τὴν ψυχρότητα.