Ancient Greek · ~3 min
ΙΔ΄ XIV (Duebn. XX vulg. 4 B 17), Section 2
Maximus of Tyre, Dialexeis 2-8
Not analysed yet
Ταῦτά τοι λεγόντων ποτέρῳ πείσεται; καὶ ποίαν ἄπεισιν; Ἀποκρινώμεθα τῷ ποιητῇ τοῦ μύθου, ὅτι εἰ μὲν Ἀσσύριός τις οὗτος εἴη κακοδαίμων ἀνήρ, ἢ Φοῖνιξ Στράτων, ἢ Νικοκλῆς ὁ Κύπριος, ἢ ὁ Συβαρίτης ἐκεῖνος, τὸν μὲν καὶ μισήσει τῶν ἡγεμόνων, καὶ ἡγήσεταί τινα εἶναι ἄξεινον καὶ ἀηδῆ καὶ ἄμουσον, τὸν δὲ ἕτερον χαρίεντα καὶ προσηνῆ καὶ φιλάνθρωπον δεινῶς. Ἀγέτω δὴ λαβὼν τὸν ἄνδρα τοῦτον ὁ καλὸς ἡγεμών· οὐκοῦν ἄξει τελευτῶν ἢ ἐπὶ πῦρ, ὡς |τὸν Ἀσσύριον· ἢ ἐπὶ πενίαν, ὡς τὸν Φοίνικα· ἢ ἐπὶ δεσμά, ὡς τὸν Κύπριον, καὶ ἐπί τι ἄλλο διὰ ψευδοῦς ἡδονῆς ἀληθὲς κακόν. Εἰ δὲ εἴη ἀνὴρ κατὰ τὸν Ἡρακλέα, αἱρήσεται τὸν ἀληθῆ τῶν ἡγεμόνων, τὸν φίλον, ὥσπερ ἐκεῖνος τὴν Ἀρετήν.