Ancient Greek
ΙΔ΄ XIV (Duebn. XX vulg. 4 B 17), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection a-9
Not analysed yet
Καὶ ὁ μὲν μῦθος ὡδὶ τελευτᾷ· μεταλαβὼν δὲ ὁ λόγος πρὸς αὐτὸν σκοπείτω ἄν, τίσι διακρίναι τὸν κόλακα τοῦ φίλου. Τὸν μὲν γὰρ χρυσὸν βασανίζει λίθος, προστριβόμενον αὐτῇ· φιλίας δὲ δὴ καὶ κολακείας τίς ἔσται βάσανος; ἆρα τὸ ἐξ ἑκατέρου τέλος; ἀλλʼ εἰ ἀναμενοῦμεν τὸ τέλος, ἄλλη βλάβη φθήσεται τὴν γνῶσιν· δεῖ δὲ κρῖναι, πρὶν ἄρξασθαι χρῆσθαι· ἐὰν δὲ ὑστερῇ τῆς χρήσεως ἡ κρίσις, ὁ χρήσασθαι φθάσας καὶ μεταγνούς εἰς οὐδὲν δέον τὴν κρίσιν κατατίθεται.