Ancient Greek
ΛΘ΄ XΧΧIX (Duebn XXXIX vulg. 23), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection a-17
Not analysed yet
Tί δέ, οὐχὶ καὶ ταύτῃ σκοπεῖς τὸ λεγόμενον; Καλεῖς τι ὑγείαν σώματος; τί δὲ οὐ μέλλεις; καλεῖν δὲ καὶ νόσον; φέρε οὖν διαλαβὼν ἑκάτερον φαθί. Οὐχ ἡ μὲν ὑγεία μέτρον τί ἐστιν τῆς τῶν |σωμάτων εὐαρμοστίας, ἐπειδὰν ὁμολογήσῃ τῇ πρὸς τὸ ἄριστον κράσει τἀναντία, πρὸς ὕδωρ πῦρ, καὶ γῆ πρὸς ἀέρα, καὶ ἑκάτερον αὖθις αὖ πρὸς ἑκάτερον, καὶ πᾶν τι πᾶσιν;