Ancient Greek
ΛΘ΄ XΧΧIX (Duebn XXXIX vulg. 23), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection b-8
Not analysed yet
Ἔστιν οὖν ὅπως ποικίλον τι σοὶ ἡ ὑγεία ἔσται καὶ παντοδαπόν, οὐχὶ δὲ ἁπλοῦν καὶ ὡμολογημένον; Ἐπειδὰν γὰρ μέτρον εἴπῃς, στάσιν λέγεις· οὐδὲν γὰρ τῶν συμμέτρων μεταχωρεῖν φιλεῖ ἐφʼ ἑκάτερα, ἀλλʼ εἰσὶν αὐτῶν ἀκριβεῖς οἱ ὅροι. δʼ αὖ νόσος τί ἄλλό ἐστιν, ἢ διάλυσις καὶ ταραχὴ τῆς ἐν σώματι ἐκεχειρίας, ἐπειδὰν αὖθις συμπεσόντα ἀλλήλοις τά τε ὥσπερ πόλεως μέρη ἡρμοσμένα πολεμῇ καὶ ταράττῃ, καὶ λυμαίνηται ὑπ᾿ αὐτῶν τὸ σῶμα κλονούμενόν τε καὶ σπαραττόμενον καὶ σειόμενον;