Ancient Greek
2.Subsection a to 2.Subsection b
Maximus of Tyre, Dialexeis 2.Subsection a-6-Subsection b
Not analysed yet
Τί δήποτʼ οὖν οἱ ἄνθρωποι ἐπὶ τὰ μαντεῖα παραγίγνονται, ἀμελήσαντες τῆς παρὰ τοῦ ὁμοίου συμβουλῆς; ἢ διότι γνώμη μὲν ἀνθρώπου ἐπισφαλὲς καὶ ἄπιστον καὶ ἐπίφθονον καὶ κίβδηλον καὶ οὐκ ἀεὶ ὅμοιον, καὶ οὐκ ἐν παντὶ εὔστοχον· ὸ δὲ θεῖον κατὰ μὲν τὴν ὑπεροχὴν πιστόν· κατὰ δὲ τὴν ἀλήθειαν δόκιμον, κατὰ δὲ τὴν πεῖραν εὔστοχον, κατὰ δὲ τὴν τιμὴν ἀνεπίφθονον;