Ancient Greek
ΙΓ΄ XIII (Duebn. XIX vulg. 3 B 16), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection c-3
Not analysed yet
Θεοῦ δὲ μαντεῖα καὶ ἀνθρώπου νοῦς (τολμηρὸν μὲν εἰπεῖν, φράσω δὲ ὅμως) χρῆμα συγγενές, καὶ εἴπέρ τι ἄλλο ἄλλῳ ὅμοιον, οὐδὲν ἂν εἴη ἐμφερέστερον ἀρετῆς ἀνθρωπίνης γνώμῃ θεοῦ. Μὴ τοίνυν ἀπόρει, μήθ᾿ ὅντινα τρόπον τὸ αὐτεξούσιον τῆς ἀνθρωπίνης γνώμης χρῆται μαντι|κῇ, μήθ᾿ ὅπως, ἀληθευούσης τῆς μαντικῆς, δύναταί τι καὶ ἀνθρώπου γνώμη· περὶ γὰρ ὁμοίου πράγματος σκοπεῖς· τὸ γὰρ αὐτὸ ἐρωτᾷς, καὶ ἀπορεῖς, καὶ ἀναστρέφεις, ἐξὸν τὸ πᾶν διελέσθαι ὡς δεῖ.